Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.82 Joseph. AJ 9.86 (English) >>Joseph. AJ 9.90

9.84ὑπὸ τῶν ἐχθρῶν ληφθέντες ἀπόλωνται.” ἀρεσθεὶς δὲ τῇ γνώμῃ τότε τοὺς κατοψομένους ἐξέπεμψεν· οἱ δὲ κενὴν μὲν πολεμίων τὴν ὁδὸν ἤνυσαν, μεστὴν δὲ σιτίων καὶ ὅπλων εὗρον, διὰ τὸ κοῦφοι πρὸς τὸ φεύγειν εἶναι ῥίπτοντες κατέλιπον. ταῦτʼ ἀκούσας βασιλεὺς ἐπὶ διαρπαγὴν τῶν ἐν τῷ στρατοπέδῳ τὸ πλῆθος ἐξαφῆκεν. 9.85εὐτελὲς δὲ οὐδὲν οὐδʼ ὀλίγον ὠφελοῦντο, ἀλλὰ πολὺν μὲν χρυσόν, πολὺν δὲ ἄργυρον, ἀγέλας δὲ παντοδαπῶν κτηνῶν, ἔτι γε μὴν σίτου μυριάσι καὶ κριθῆς αἷς οὐδʼ ὄναρ ἤλπισαν ἐπιτυχόντες τῶν μὲν προτέρων κακῶν ἀπηλλάγησαν, ἀφθονίαν δʼ εἶχον, ὡς ὠνεῖσθαι δύο μὲν σάτα κριθῆς σίκλου σεμιδάλεως δὲ σάτον σίκλου κατὰ τὴν Ἐλισσαίου προφητείαν· ἰσχύει δὲ τὸ σάτον μόδιον καὶ ἥμισυ Ἰταλικόν. 9.86μόνος δὲ τούτων οὐκ ὤνατο τῶν ἀγαθῶν τῆς τρίτης μοίρας ἡγεμών· κατασταθεὶς γὰρ ἐπὶ τῆς πύλης ὑπὸ τοῦ βασιλέως, ἵνα τὸ πλῆθος ἐπέχῃ τῆς πολλῆς ὁρμῆς καὶ μὴ κινδυνεύσωσιν ὑπʼ ἀλλήλων ὠθούμενοι συμπατηθέντες ἀπολέσθαι, τοῦτʼ αὐτὸς ἔπαθε καὶ τοῦτον ἀποθνήσκει τὸν τρόπον τὴν τελευτὴν αὐτῷ προφητεύσαντος Ἐλισσαίου, ὅτε τοῖς ὑπʼ αὐτοῦ περὶ τῆς ἐσομένης εὐπορίας τῶν ἐπιτηδείων λεγομένοις μόνος ἐξ ἁπάντων οὐκ ἐπίστευσεν. 9.87

δὲ τῶν Σύρων βασιλεὺς Ἄδερος διασωθεὶς εἰς Δαμασκὸν καὶ μαθών, ὅτι τὸ θεῖον αὐτόν τε καὶ τὴν στρατιὰν αὐτοῦ πᾶσαν εἰς τὸ δέος καὶ τὴν ταραχὴν ἐκείνην ἐνέβαλεν, ἀλλʼ οὐκ ἐξ ἐφόδου πολεμίων ἐγένετο, σφόδρα τῷ δυσμενῆ τὸν θεὸν ἔχειν ἀθυμήσας εἰς νόσον κατέπεσεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.82 Joseph. AJ 9.86 (English) >>Joseph. AJ 9.90

Powered by PhiloLogic